Τρίτη 15 Οκτωβρίου 2024

…αλλά γαρ αίτιος ο εγκέφαλος τούτου του πάθεος, ώσπερ και των άλλων νοσημάτων των μεγίστων.

…ἀλλά γαρ αἴτιος ὁ ἐγκέφαλος τούτου τοῦ πάθεος, ὥσπερ και τῶν ἄλλων νοσημάτων τῶν μεγίστων· ὅτῳ δε τρόπῳ και ἐξ οἵης προφάσιος γίνεται, ἐγώ φράσω σάφα.
…αὕτη δε ἡ νοῦσος ἡ ἱερή καλεομένη ἀπό τῶν αὐτῶν προφασίων γίνεται ἀφ᾽ ὧν και αἱ λοιπαί, ἀπό τῶν προσιόντων καὶ ἀπιόντων και ψύχεος και ἡλίου και πνευμάτων μεταβαλλομένων τε και οὐδέποτε ἀτρεμιζόντων.
ταῦτα δ᾽ ἐστί θεῖα, ὥστε μηδύν δεῖ ἀποκρίνοντα τό νόσημα θειότερον τῶν λοιπῶν νομίσαι, ἀλλά πάντα θεῖα και πάντα ἀνθρώπινα·
φύσιν δε ἕκαστον ἔχει και δύναμιν ἐφ᾽ ἑωυτοῦ, και οὐδέν ἄπορόν ἐστιν οὐδέ ἀμήχανον·
ἀκεστά τε τα πλεῖστά ἐστι τοῖς αὐτοῖσι τούτοισιν ἀφ᾽ ὧν και γίνεται.
ἕτερον γαρ ἑτέρῳ τροφή ἐστι, τοτε δε και κάκωσις....
read more:https://botanologia.gr/alla-gar-aitios-o-egkefalos-toytoy-toy-patheos-osper-kai-ton-allon-nosimaton-ton-megiston/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου