...η πραγματική λοιπόν αιτία για την αρρώστια αυτή, όπως και για όλες τις σοβαρές αρρώστιες, είναι ο εγκέφαλος!
...ἀλλὰ γὰρ αἴτιος ὁ ἐγκέφαλος τούτου τοῦ πάθεος, ὥσπερ καὶ τῶν ἄλλων νοσημάτων τῶν μεγίστων·
ὅτῳ δὲ τρόπῳ καὶ ἐξ οἵης προφάσιος γίνεται, ἐγὼ φράσω σάφα.
...αὕτη δὲ ἡ νοῦσος ἡ ἱερὴ καλεομένη ἀπὸ τῶν αὐτῶν προφασίων γίνεται ἀφ᾽ ὧν καὶ αἱ λοιπαί, ἀπὸ τῶν προσιόντων καὶ ἀπιόντων καὶ ψύχεος καὶ ἡλίου καὶ πνευμάτων μεταβαλλομένων τε καὶ οὐδέποτε ἀτρεμιζόντων.
ταῦτα δ᾽ ἐστὶ θεῖα, ὥστε μηδὲν δεῖ ἀποκρίνοντα τὸ νόσημα θειότερον τῶν λοιπῶν νομίσαι, ἀλλὰ πάντα θεῖα καὶ πάντα ἀνθρώπινα·
φύσιν δὲ ἕκαστον ἔχει καὶ δύναμιν ἐφ᾽ ἑωυτοῦ, καὶ οὐδὲν ἄπορόν ἐστιν οὐδὲ ἀμήχανον·
ἀκεστά τε τὰ πλεῖστά ἐστι τοῖς αὐτοῖσι τούτοισιν ἀφ᾽ ὧν καὶ γίνεται.
ἕτερον γὰρ ἑτέρῳ τροφή ἐστι, τοτὲ δὲ καὶ κάκωσις.
τοῦτο οὖν δεῖ τὸν ἰητρὸν ἐπίστασθαι, ὅπως τὸν καιρὸν διαγινώσκων ἑκάστου τῷ μὲν ἀποδώσει τὴν τροφὴν καὶ αὐξήσει, τῷ δὲ ἀφαιρήσει καὶ κακώσει.
χρὴ γὰρ καὶ ἐν ταύτῃ τῇ νούσῳ καὶ ἐν τῇσιν ἄλλῃσιν ἁπάσῃσι μὴ αὐξάνειν τὰ νοσήματα, ἀλλὰ τρύχειν προσφέροντα τῇ νούσῳ τὸ πολεμιώτατον ἑκάστῃ καὶ μὴ τὸ σύνηθες·
ὑπὸ μὲν γὰρ τῆς συνηθείης θάλλει τε καὶ αὔξεται, ὑπὸ δὲ τοῦ πολεμίου φθίνει τε καὶ ἀμαυροῦται.
ὅστις δὲ ἐπίσταται ἐν ἀνθρώποισι ξηρὸν καὶ ὑγρὸν ποιεῖν καὶ ψυχρὸν καὶ θερμὸν ὑπὸ διαίτης, οὗτος καὶ ταύτην τὴν νόσον ἰῷτο ἄν, εἰ τοὺς καιροὺς διαγινώσκοι τῶν συμφερόντων, ἄνευ καθαρμῶν καὶ μαγείης.
read more:https://botanologia.gr/alla-gar-aitios-o-egkefalos-toytoy-toy-patheos-osper-kai-ton-allon-nosimaton-ton-megiston/

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου